ἔστι γὰρ εὔυμνος· τίς ἂν οὐ ῥέα Φοῖβον ἀείδοι; χρύσεα τὠπόλλωνι τό τʼ ἐνδυτὸν ἥ τʼ ἐπιπορπίς ἥ τε λύρη τό τʼ ἄεμμα τὸ Λύκτιον ἥ τε φαρέτρη, χρύσεα καὶ τὰ πέδιλα· πολύχρυσος γὰρ Ἀπόλλων. καὶ δὲ πολυκτέανος· Πυθῶνί κε τεκμήραιο. καὶ μὲν ἀεὶ καλὸς καὶ ἀεὶ νέος· οὔποτε Φοίβου θηλείηισʼ οὐδʼ ὅσσον ἐπὶ χνόος ἦλθε παρειαῖς. αἱ δὲ κόμαι θυόεντα πέδωι λείβουσιν ἔλαια. οὐ λίπος Ἀπόλλωνος ἀποστάζουσιν ἔθειραι, ἀλλʼ αὐτὴν πανάκειαν· ἐν ἄστεϊ δʼ ὦι κεν ἐκεῖναι πρῶκες ἔραζε πέσωσιν ἀκήρια πάντʼ ἐγένοντο. τέχνηι δʼ ἀμφιλαφὴς οὔ τις τόσον ὅσσον Ἀπόλλων· κεῖνος ὀιστευτὴν ἔλαχʼ ἀνέρα, κεῖνος ἀοιδόν (Φοίβωι γὰρ καὶ τόξον ἐπιτρέπεται καὶ ἀοιδή), κείνου δὲ θριαὶ καὶ μάντιες· ἐκ δέ νυ Φοίβου ἰητροὶ δεδάασιν ἀνάβλησιν θανάτοιο. Φοῖβον καὶ Νόμιον κικλήσκομεν ἐξέτι κείνου, ἐξότʼ ἐπʼ Ἀμφρυσσῶι ζευγίτιδας ἔτρεφεν ἵππους ἠιθέου ὑπʼ ἔρωτι κεκαυμένος Ἀδμήτοιο. ῥεῖά κε βουβόσιον τελέθοι πλέον, οὐδέ κεν αἶγες δεύοιντο βρεφέων ἐπιμηλάδες ἧισιν Ἀπόλλων βοσκομένηισʼ ὀφθαλμὸν ἐπήγαγεν· οὐδʼ ἀγάλακτες οἴιες οὐδʼ ἄκυθοι, πᾶσαι δέ κεν εἶεν ὕπαρνοι, ἡ δέ κε μουνοτόκος διδυμητόκος αἶψα γένοιτο. Φοίβωι δʼ ἑσπόμενοι πόλιας διεμετρήσαντο ἄνθρωποι· Φοῖβος γὰρ ἀεὶ πολίεσσι φιληδεῖ κτιζομένηισʼ, αὐτὸς δὲ θεμείλια Φοῖβος ὑφαίνει. τετραέτης τὰ πρῶτα θεμείλια Φοῖβος ἔπηξε καλῆι ἐν Ὀρτυγίηι περιηγέος ἐγγύθι λίμνης. Ἄρτεμις ἀγρώσσουσα καρήατα συνεχὲς αἰγῶν