οἷα δʼ ὅλον τὸ μέλαθρον· ἑκὰς ἑκὰς ὅστις ἀλιτρός. καὶ δή που τὰ θύρετρα καλῶι ποδὶ Φοῖβος ἀράσσει· οὐχ ὁράαις; ἐπένευσεν ὁ Δήλιος ἡδύ τι φοῖνιξ ἐξαπίνης, ὁ δὲ κύκνος ἐν ἠέρι καλὸν ἀείδει. αὐτοὶ νῦν κατοχῆες ἀνακλίνεσθε πυλάων, αὐταὶ δὲ κληῖδες· ὁ γὰρ θεὸς οὐκ ἔτι μακρήν. οἱ δὲ νέοι μολπήν τε καὶ ἐς χορὸν ἐντύνεσθε. ὡπόλλων οὐ παντὶ φαείνεται, ἀλλʼ ὅ τις ἐσθλός·