εὐφημεῖ καὶ πόντος, ὅτε κλείουσιν ἀοιδοί ἢ κίθαριν ἢ τόξα, Λυκωρέος ἔντεα Φοίβου. οὐδὲ Θέτις Ἀχιλῆα κινύρεται αἴλινα μήτηρ, ὁππόθʼ ἱὴ παιῆον ἱὴ παιῆον ἀκούσηι. καὶ μὲν ὁ δακρυόεις ἀναβάλλεται ἄλγεα πέτρος, ὅστις ἐνὶ Φρυγίηι διερὸς λίθος ἐστήρικται, μάρμαρον ἀντὶ γυναικὸς ὀιζυρόν τι χανούσης. ἱὴ ἱὴ φθέγγεσθε· κακὸν μακάρεσσιν ἐρίζειν.