οὐκ ἄγαμαι τὸν ἀοιδὸν ὃς οὐδʼ ὅσα πόντος ἀείδει . τὸν Φθόνον ὡπόλλων ποδί τʼ ἤλασεν ὧδέ τʼ ἔειπεν· Ἀσσυρίου ποταμοῖο μέγας ῥόος, ἀλλὰ τὰ πολλά λύματα γῆς καὶ πολλὸν ἐφʼ ὕδατι συρφετὸν ἕλκει. Δηοῖ δʼ οὐκ ἀπὸ παντὸς ὕδωρ φορέουσι μέλισσαι, ἀλλʼ ἥτις καθαρή τε καὶ ἀχράαντος ἀνέρπει πίδακος ἐξ ἱερῆς ὀλίγη λιβὰς ἄκρον ἄωτον . χαῖρς ἄναξ· ὁ δὲ Μῶμος, ἵνʼ ὁ Φθόνος, ἔνθα νέοιτο.