οἷον ὁ τὠπόλλωνος ἐσείσατο δάφνινος ὅρπηξ, οἷα δʼ ὅλον τὸ μέλαθρον· ἑκὰς ἑκὰς ὅστις ἀλιτρός. καὶ δή που τὰ θύρετρα καλῶι ποδὶ Φοῖβος ἀράσσει· οὐχ ὁράαις; ἐπένευσεν ὁ Δήλιος ἡδύ τι φοῖνιξ ἐξαπίνης, ὁ δὲ κύκνος ἐν ἠέρι καλὸν ἀείδει. αὐτοὶ νῦν κατοχῆες ἀνακλίνεσθε πυλάων, αὐταὶ δὲ κληῖδες· ὁ γὰρ θεὸς οὐκ ἔτι μακρήν. οἱ δὲ νέοι μολπήν τε καὶ ἐς χορὸν ἐντύνεσθε. ὡπόλλων οὐ παντὶ φαείνεται, ἀλλʼ ὅ τις ἐσθλός· ὅς μιν ἴδηι, μέγας οὗτος, ὃς οὐκ ἴδε, λιτὸς ἐκεῖνος. ὀψόμεθʼ, ὦ Ἑκάεργε, καὶ ἐσσόμεθʼ οὔποτε λιτοί. μήτε σιωπηλὴν κίθαριν μήτʼ ἄψοφον ἴχνος τοῦ Φοίβου τοὺς παῖδας ἔχειν ἐπιδημήσαντος, εἰ τελέειν μέλλουσι γάμον πολιήν τε κερεῖσθαι, ἑστήξειν δὲ τὸ τεῖχος ἐπʼ ἀρχαίοισι θεμέθλοις. ἠγασάμην τοὺς παῖδας, ἐπεὶ χέλυς οὐκέτʼ ἀεργός. εὐφημεῖτʼ ἀίοντες ἐπʼ Ἀπόλλωνος ἀοιδῆι. εὐφημεῖ καὶ πόντος, ὅτε κλείουσιν ἀοιδοί ἢ κίθαριν ἢ τόξα, Λυκωρέος ἔντεα Φοίβου. οὐδὲ Θέτις Ἀχιλῆα κινύρεται αἴλινα μήτηρ, ὁππόθʼ ἱὴ παιῆον ἱὴ παιῆον ἀκούσηι. καὶ μὲν ὁ δακρυόεις ἀναβάλλεται ἄλγεα πέτρος, ὅστις ἐνὶ Φρυγίηι διερὸς λίθος ἐστήρικται, μάρμαρον ἀντὶ γυναικὸς ὀιζυρόν τι χανούσης. ἱὴ ἱὴ φθέγγεσθε· κακὸν μακάρεσσιν ἐρίζειν. ὃς μάχεται μακάρεσσιν, ἐμῶι βασιλῆι μάχοιτο· ὅστις ἐμῶι βασιλῆι, καὶ Ἀπόλλωνι μάχοιτο. τὸν χορὸν ὡπόλλων, ὅ τι οἱ κατὰ θυμὸν ἀείδει, τιμήσει· δύναται γάρ, ἐπεὶ Διὶ δεξιὸς ἧσται. οὐδʼ ὁ χορὸς τὸν Φοῖβον ἐφʼ ἓν μόνον ἦμαρ ἀείσει,