στὰς ἐπὶ Μυρτούσσης κερατώδεος, ἧχι λέοντα Ὑψηὶς κατέπεφνε βοῶν σίνιν Εὐρυπύλοιο. οὐ κείνου χορὸν εἶδε ἔνειμε A ; ἔδειμε EF. θεώτερον ἄλλον Ἀπόλλων, οὐδὲ πόλει τόσʼ ἔνειμεν ὀφέλσιμα, τόσσα Κυρήνῃ, μνωόμενος προτέρης ἁρπακτύος. οὐδὲ μὲν αὐτοὶ Βαττιάδαι Φοίβοιο πλέον θεὸν ἄλλον ἔτεισαν. ἱὴ ἱὴ παιῆον ἀκούομεν, οὕνεκα τοῦτο Δελφός τοι πρώτιστον ἐφύμνιον εὕρετο λαός, ἦμος ἑκηβολίην χρυσέων ἐπεδείκνυσο τόξων. Πυθώ τοι κατιόντι συνήντετο δαιμόνιος θήρ, αἰνὸς ὄφις. τὸν μὲν σὺ κατήναρες ἄλλον ἐπʼ ἄλλῳ βάλλων ὠκὺν ὀιστόν, ἐπηύτησε δὲ λαός, ἱὴ ἱὴ παιῆον, ἵει βέλος. εὐθύ σε μήτηρ γείνατʼ ἀοσσητῦρα, τὸ δʼ ἐξέτι κεῖθεν ἀείδῃ. ὁ Φθόνος Ἀπόλλωνος ἐπʼ οὔατα λάθριος εἶπεν οὐκ ἄγαμαι τὸν ἀοιδὸν ὃς οὐδʼ ὅσα πόντος ἀείδει. τὸν Φθόνον ὡπόλλων ποδί τʼ ἤλασεν ὧδέ τʼ ἔειπεν· Ἀσσυρίου ποταμοῖο μέγας ῥόος, ἀλλὰ τὰ πολλὰ λύματα γῆς καὶ πολλὸν ἐφʼ ὕδατι συρφετὸν ἕλκει. Δηοῖ δʼ οὐκ ἀπὸ παντὸς ὕδωρ φορέουσι Μέλισσαι, ἀλλʼ ἥτις καθαρή τε καὶ ἀχράαντος ἀνέρπει πίδακος ἐξ ἱερῆς ὀλίγη λιβὰς ἄκρον ἄωτον. χαῖρε ἄναξ· ὁ δὲ Μῶμος, ἵνʼ ὁ Φθόνος, φθόνος *I (Vat. 1379), L (Mosquensis), schol. Gregor. Naz. Catal. MSS. Clark . p. 35; φθόρος . ἔνθα νέοιτο.