τοὺς μὲν ἄναξ ἴδεν αὐτός, ἑῇ δʼ ἐπεδείξατο νύμφῃ στὰς ἐπὶ Μυρτούσσης κερατώδεος, ἧχι λέοντα Ὑψηὶς κατέπεφνε βοῶν σίνιν Εὐρυπύλοιο. οὐ κείνου χορὸν εἶδε ἔνειμε A ; ἔδειμε EF. θεώτερον ἄλλον Ἀπόλλων, οὐδὲ πόλει τόσʼ ἔνειμεν ὀφέλσιμα, τόσσα Κυρήνῃ, μνωόμενος προτέρης ἁρπακτύος. οὐδὲ μὲν αὐτοὶ Βαττιάδαι Φοίβοιο πλέον θεὸν ἄλλον ἔτεισαν. ἱὴ ἱὴ παιῆον ἀκούομεν, οὕνεκα τοῦτο