ἦ ῥʼ ἐχάρη μέγα Φοῖβος, ὅτε ζωστῆρες Ἐνυοῦς ἀνέρες ὠρχήσαντο μετὰ ξανθῇσι Λιβύσσαις, τέθμιαι εὖτέ σφιν Καρνειάδες ἤλυθον ὧραι. οἱ δʼ οὔπω πηγῇσι πηγαῖσι schol. Pind. P. iv. 523; πηγῆς . Καρνειάδες ἤλυθον ὧραι. Δωριέες, πυκινὴν δὲ νάπαις Ἄζιλιν ἔναιον. τοὺς μὲν ἄναξ ἴδεν αὐτός, ἑῇ δʼ ἐπεδείξατο νύμφῃ στὰς ἐπὶ Μυρτούσσης κερατώδεος, ἧχι λέοντα Ὑψηὶς κατέπεφνε βοῶν σίνιν Εὐρυπύλοιο. οὐ κείνου χορὸν εἶδε ἔνειμε A ; ἔδειμε EF. θεώτερον ἄλλον Ἀπόλλων, οὐδὲ πόλει τόσʼ ἔνειμεν ὀφέλσιμα, τόσσα Κυρήνῃ, μνωόμενος προτέρης ἁρπακτύος. οὐδὲ μὲν αὐτοὶ Βαττιάδαι Φοίβοιο πλέον θεὸν ἄλλον ἔτεισαν. ἱὴ ἱὴ παιῆον ἀκούομεν, οὕνεκα τοῦτο Δελφός τοι πρώτιστον ἐφύμνιον εὕρετο λαός, ἦμος ἑκηβολίην χρυσέων ἐπεδείκνυσο τόξων. Πυθώ τοι κατιόντι συνήντετο δαιμόνιος θήρ, αἰνὸς ὄφις. τὸν μὲν σὺ κατήναρες ἄλλον ἐπʼ ἄλλῳ βάλλων ὠκὺν ὀιστόν, ἐπηύτησε δὲ λαός, ἱὴ ἱὴ παιῆον, ἵει βέλος. εὐθύ σε μήτηρ γείνατʼ ἀοσσητῦρα, τὸ δʼ ἐξέτι κεῖθεν ἀείδῃ. ὁ Φθόνος Ἀπόλλωνος ἐπʼ οὔατα λάθριος εἶπεν