ποικίλʼ ἀγινεῦσι ζεφύρου πνείοντος ἐέρσην, χείματι δὲ κρόκον ἡδύν· ἀεὶ δέ τοι ἀέναον πῦρ, οὐδέ ποτε χθιζὸν περιβόσκεται ἄνθρακα τέφρη. ἦ ῥʼ ἐχάρη μέγα Φοῖβος, ὅτε ζωστῆρες Ἐνυοῦς ἀνέρες ὠρχήσαντο μετὰ ξανθῇσι Λιβύσσαις, τέθμιαι εὖτέ σφιν Καρνειάδες ἤλυθον ὧραι. οἱ δʼ οὔπω πηγῇσι πηγαῖσι schol. Pind. P. iv. 523; πηγῆς . Καρνειάδες ἤλυθον ὧραι. Δωριέες, πυκινὴν δὲ νάπαις Ἄζιλιν ἔναιον.