ἐκ μέν σε Σπάρτης ἕκτον γένος Οἰδιπόδαο ἤγαγε Θηραίην ἐς ἀπόκτισιν· ἐκ δέ σε Θήρης οὖλος Ἀριστοτέλης Ἀσβυστίδι πάρθετο γαίῃ, δεῖμε δέ τοι μάλα καλὸν ἀνάκτορον, ἐν δὲ πόληι θῆκε τελεσφορίην ἐπετήσιον, ᾗ ἐνὶ πολλοὶ ὑστάτιον πίπτουσιν ἐπʼ ἰσχίον, ὦ ἄνα, ταῦροι. ἱὴ ἱὴ Καρνεῖε πολύλλιτε, σεῖο δὲ βωμοὶ ἄνθεα μὲν φορέουσιν ἐν εἴαρι τόσσα περ Ὧραι