καὶ Λιβύην ἐσιόντι κόραξ ἡγήσατο λαῷ δεξιὸς οἰκιστῆρι οἰκιστῆρι Bentley; οἰκιστήρ . καὶ ὤμοσε τείχεα δώσειν ἡμετέροις βασιλεῦσιν· ἀεὶ δʼ εὔορκος Ἀπόλλων. ὤπολλον, πολλοί σε Βοηδρόμιον καλέουσι, πολλοὶ δὲ Κλάριον, πάντη δέ τοι οὔνομα πογλύ· αὐτὰρ ἐγὼ Καρνεῖον· ἐμοὶ πατρώιον οὕτω. Σπάρτη τοι, Καρνεῖε, τὸ δὴ πρώτιστον ἔδεθλον, δεύτερον αὖ Θήρη, τρίτατόν γε μὲν ἄστυ Κυρήνης.