ῥεῖά κε βουβόσιον τελέθοι πλέον, οὐδέ κεν αἶγες δεύοιντο βρεφέων ἐπιμηλάδες μενεμηλάδες v.l. in schol.; ἐνιμηλάδες Schneider, cf. Hesych. ἐμμηλάδας αἶγας . ᾗδιν Ἀπόλλων βοσκομένῃσʼ ὀφθαλμὸν ἐπήγαγεν· οὐδʼ ἀγάλακτες οἴιες οὐδʼ ἄκυθοι, πᾶσαι δέ κεν εἶεν ὕπαρνοι, ἡ δέ κε μουνοτόκος διδυμητόκος αἶψα γένοιτο. Φοίβῳ δʼ ἑσπόμενοι πόλιας διεμετρήσαντο ἄνθρωποι· Φοῖβος γὰρ ἀεὶ πολίεσσι φιληδεῖ κτιζομένῃσʼ, αὐτὸς δὲ θεμείλια Φοῖβος ὑφαίνει.