κεῖνος ὀιστευτὴν ἔλαχʼ ἀνέρα, κεῖνος ἀοιδὸν (Φοίβῳ γὰρ καὶ τόξον ἐπιτρέπεται καὶ ἀοιδή), κείνου δὲ θριαὶ καὶ μάντιες· ἐκ δέ νυ Φοίβου ἰητροὶ δεδάασιν ἀνάβλησιν θανάτοιο. Φοῖβον καὶ Νόμιον κικλήσκομεν ἐξέτι κείνου, ἐξότʼ ἐπʼ Ἀμφρυσσῷ ζευγίτιδας ἔτρεφεν ἵππους ἠιθέου ὑπʼ ἔρωτι κεκαυμένος Ἀδμήτοιο. ῥεῖά κε βουβόσιον τελέθοι πλέον, οὐδέ κεν αἶγες δεύοιντο βρεφέων ἐπιμηλάδες μενεμηλάδες v.l. in schol.; ἐνιμηλάδες Schneider, cf. Hesych. ἐμμηλάδας αἶγας . ᾗδιν Ἀπόλλων βοσκομένῃσʼ ὀφθαλμὸν ἐπήγαγεν· οὐδʼ ἀγάλακτες οἴιες οὐδʼ ἄκυθοι, πᾶσαι δέ κεν εἶεν ὕπαρνοι, ἡ δέ κε μουνοτόκος διδυμητόκος αἶψα γένοιτο. Φοίβῳ δʼ ἑσπόμενοι πόλιας διεμετρήσαντο ἄνθρωποι· Φοῖβος γὰρ ἀεὶ πολίεσσι φιληδεῖ κτιζομένῃσʼ, αὐτὸς δὲ θεμείλια Φοῖβος ὑφαίνει. τετραέτης τὰ πρῶτα θεμείλια Φοῖβος ἔπηξε καλῇ ἐν Ὀρτυγίῃ περιηγέος ἐγγύθι λίμνης. Ἄρτεμις ἀγρώσσουσα καρήατα συνεχὲς αἰγῶν Κυνθιάδων φορέεσκεν, ὁ δʼ ἔπλεκε βωμὸν Ἀπόλλων. δείματο μὲν κεράεσσιν ἐδέθλια, πῆξε δὲ βωμὸν ἐκ κεράων, κεραοὺς δὲ πέριξ ὑπεβάλλετο τοίχους.