τέχνῃ δʼ ἀμφιλαφὴς οὔ τις τόσον ὅσσον Ἀπόλλων· κεῖνος ὀιστευτὴν ἔλαχʼ ἀνέρα, κεῖνος ἀοιδὸν (Φοίβῳ γὰρ καὶ τόξον ἐπιτρέπεται καὶ ἀοιδή), κείνου δὲ θριαὶ καὶ μάντιες· ἐκ δέ νυ Φοίβου ἰητροὶ δεδάασιν ἀνάβλησιν θανάτοιο. Φοῖβον καὶ Νόμιον κικλήσκομεν ἐξέτι κείνου, ἐξότʼ ἐπʼ Ἀμφρυσσῷ ζευγίτιδας ἔτρεφεν ἵππους ἠιθέου ὑπʼ ἔρωτι κεκαυμένος Ἀδμήτοιο.