ἔστι γὰρ εὔυμνος· τίς ἂν οὐ ῥέα Φοῖβον ἀείδοι; χρύσεα τὠπόλλωνι τό τʼ. ἐνδυτὸν ἥ τʼ ἐπιπορπὶς ἥ τε λύρη τό τʼ ἄεμμα τὸ Λύκτιον ἥ τε φαρέτρη, χρύσεα καὶ τὰ πέδιλα· πολύχρυσος γὰρ Ἀπόλλων. καὶ δὲ πολυκτέανος· Πυθῶνί κε τεκμήραιο. καὶ μὲν καὶ μὲν e; other MSS. καί κεν . ἀεὶ καλὸς καὶ ἀεὶ νέος· οὔποτε Θοίβου θηλείῃσʼ οὐδʼ ὅσσον ἐπὶ χνόος ἦλθε παρειαῖς. αἱ δὲ κόμαι θυόεντα πέδῳ λείβουσιν ἔλαια· οὐ λίπος Ἀπόλλωνος ἀποοτάζουσιν ἔθειραι, ἀλλʼ αὐτὴν πανάκειαν· ἐν ἄστεϊ δʼ ᾧ κεν ἐκεῖναι πρῶκες ἔραζε πέσωσιν ἀκήρια πάντʼ ἐγένοντο. τέχνῃ δʼ ἀμφιλαφὴς οὔ τις τόσον ὅσσον Ἀπόλλων· κεῖνος ὀιστευτὴν ἔλαχʼ ἀνέρα, κεῖνος ἀοιδὸν (Φοίβῳ γὰρ καὶ τόξον ἐπιτρέπεται καὶ ἀοιδή), κείνου δὲ θριαὶ καὶ μάντιες· ἐκ δέ νυ Φοίβου ἰητροὶ δεδάασιν ἀνάβλησιν θανάτοιο. Φοῖβον καὶ Νόμιον κικλήσκομεν ἐξέτι κείνου, ἐξότʼ ἐπʼ Ἀμφρυσσῷ ζευγίτιδας ἔτρεφεν ἵππους ἠιθέου ὑπʼ ἔρωτι κεκαυμένος Ἀδμήτοιο. ῥεῖά κε βουβόσιον τελέθοι πλέον, οὐδέ κεν αἶγες δεύοιντο βρεφέων ἐπιμηλάδες μενεμηλάδες v.l. in schol.; ἐνιμηλάδες Schneider, cf. Hesych. ἐμμηλάδας αἶγας . ᾗδιν Ἀπόλλων βοσκομένῃσʼ ὀφθαλμὸν ἐπήγαγεν· οὐδʼ ἀγάλακτες οἴιες οὐδʼ ἄκυθοι, πᾶσαι δέ κεν εἶεν ὕπαρνοι, ἡ δέ κε μουνοτόκος διδυμητόκος αἶψα γένοιτο. Φοίβῳ δʼ ἑσπόμενοι πόλιας διεμετρήσαντο ἄνθρωποι· Φοῖβος γὰρ ἀεὶ πολίεσσι φιληδεῖ κτιζομένῃσʼ, αὐτὸς δὲ θεμείλια Φοῖβος ὑφαίνει. τετραέτης τὰ πρῶτα θεμείλια Φοῖβος ἔπηξε καλῇ ἐν Ὀρτυγίῃ περιηγέος ἐγγύθι λίμνης. Ἄρτεμις ἀγρώσσουσα καρήατα συνεχὲς αἰγῶν