καὶ μὲν ὁ δακρυόεις ἀναβάλλεται ἄλγεα πέτρος, ὅστις ἐνὶ Φρυγίῃ διερὸς λίθος ἐστήρικται, μάρμαρον ἀντὶ γυναικὸς ὀιζυρόν τι χανούσης. ἱὴ ἱὴ φθέγγεσθε· κακὸν μακάρεσσιν ἐρίζειν. ὃς μάχεται μακάρεσσιν, ἐμῷ βασιλῆι μάχοιτο· ὅστις ἐμῷ βασιλῆι, καὶ Ἀπόλλωνι μάχοιτο. τὸν χορὸν ὡπόλλων, ὅ τι οἱ κατὰ θυμὸν ἀείδει, τιμήσει· δύναται γάρ, ἐπεὶ Διὶ δεξιὸς ἧσται. οὐδʼ ὁ χορὸς τὸν Φοῖβον ἐφʼ ἓν μόνον ἦμαρ ἀείσει, ἔστι γὰρ εὔυμνος· τίς ἂν οὐ ῥέα Φοῖβον ἀείδοι; χρύσεα τὠπόλλωνι τό τʼ. ἐνδυτὸν ἥ τʼ ἐπιπορπὶς ἥ τε λύρη τό τʼ ἄεμμα τὸ Λύκτιον ἥ τε φαρέτρη, χρύσεα καὶ τὰ πέδιλα· πολύχρυσος γὰρ Ἀπόλλων. καὶ δὲ πολυκτέανος· Πυθῶνί κε τεκμήραιο. καὶ μὲν καὶ μὲν e; other MSS. καί κεν . ἀεὶ καλὸς καὶ ἀεὶ νέος· οὔποτε Θοίβου θηλείῃσʼ οὐδʼ ὅσσον ἐπὶ χνόος ἦλθε παρειαῖς. αἱ δὲ κόμαι θυόεντα πέδῳ λείβουσιν ἔλαια· οὐ λίπος Ἀπόλλωνος ἀποοτάζουσιν ἔθειραι, ἀλλʼ αὐτὴν πανάκειαν· ἐν ἄστεϊ δʼ ᾧ κεν ἐκεῖναι πρῶκες ἔραζε πέσωσιν ἀκήρια πάντʼ ἐγένοντο. τέχνῃ δʼ ἀμφιλαφὴς οὔ τις τόσον ὅσσον Ἀπόλλων·