εὐφημεῖ καὶ πόντος, ὅτε κλείουσιν ἀοιδοὶ ἢ κίθαριν ἢ τόξα, Λυκωρέος ἔντεα Φοίβου. οὐδὲ Θέτις Ἀχιλῆα κινύρεται αἴλινα μήτηρ, ὁππόθʼ ἱὴ παιῆον ἱὴ παιῆον ἀκούσῃ. καὶ μὲν ὁ δακρυόεις ἀναβάλλεται ἄλγεα πέτρος, ὅστις ἐνὶ Φρυγίῃ διερὸς λίθος ἐστήρικται, μάρμαρον ἀντὶ γυναικὸς ὀιζυρόν τι χανούσης. ἱὴ ἱὴ φθέγγεσθε· κακὸν μακάρεσσιν ἐρίζειν.