οἷον ὁ τὠπόλλωνος ἐσείσατο δάφνινος ὅρπηξ, οἷα δʼ ὅλον τὸ μέλαθρον· ἑκάς, ἑκὰς ὅστις ἀλιτρός. καὶ δή που τὰ θύρετρα καλῷ ποδὶ Φοῖβος ἀράσσει· οὐχ ὁράᾳς; ἐπένευσεν ὁ Δήλιος ἡδύ τι φοῖνιξ ἐξαπίνης, ὁ δὲ κύκνος ἐν ἠέρι καλὸν ἀείδει. αὐτοὶ νῦν κατοχῆες ἀνακλίνεσθε πυλάων, αὐταὶ δὲ κληῖδες· ὁ γὰρ θεὸς οὐκέτι μακρήν· οἱ δὲ νέοι μολπήν τε καὶ ἐς χορὸν ἐντύνεσθε. ὡπόλλων οὐ παντὶ φαείνεται, ἀλλʼ ὅ τις ἐσθλός· ὅς μιν ἴδῃ, μέγας οὗτος, ὃς οὐκ ἴδε, λιτὸς ἐκεῖνος. ὀψόμεθʼ, ὦ Ἑκάεργε, καὶ ἐσσόμεθʼ οὔποτε λιτοί. μήτε σιωπηλὴν κίθαριν μήτʼ ἄψοφον ἴχνος τοῦ Φοίβου τοὺς παῖδας ἔχειν ἐπιδημήσαντος, εἰ τελέειν μέλλουσι γάμον πολιήν τε κερεῖσθαι, ἑστήξειν δὲ τὸ τεῖχος ἐπʼ ἀρχαίοισι θεμέθλοις. ἠγασάμην τοὺς παῖδας, ἐπεὶ χέλυς οὐκέτʼ ἀεργός. εὐφημεῖτʼ ἀίοντες ἐπʼ Ἀπόλλωνος ἀοιδῇ. εὐφημεῖ καὶ πόντος, ὅτε κλείουσιν ἀοιδοὶ ἢ κίθαριν ἢ τόξα, Λυκωρέος ἔντεα Φοίβου. οὐδὲ Θέτις Ἀχιλῆα κινύρεται αἴλινα μήτηρ, ὁππόθʼ ἱὴ παιῆον ἱὴ παιῆον ἀκούσῃ. καὶ μὲν ὁ δακρυόεις ἀναβάλλεται ἄλγεα πέτρος, ὅστις ἐνὶ Φρυγίῃ διερὸς λίθος ἐστήρικται, μάρμαρον ἀντὶ γυναικὸς ὀιζυρόν τι χανούσης. ἱὴ ἱὴ φθέγγεσθε· κακὸν μακάρεσσιν ἐρίζειν. ὃς μάχεται μακάρεσσιν, ἐμῷ βασιλῆι μάχοιτο· ὅστις ἐμῷ βασιλῆι, καὶ Ἀπόλλωνι μάχοιτο. τὸν χορὸν ὡπόλλων, ὅ τι οἱ κατὰ θυμὸν ἀείδει, τιμήσει· δύναται γάρ, ἐπεὶ Διὶ δεξιὸς ἧσται. οὐδʼ ὁ χορὸς τὸν Φοῖβον ἐφʼ ἓν μόνον ἦμαρ ἀείσει,