χαῖρε μέγα Κρονίδη πανυπέρτατε, δῶτορ ἐάων, δῶτορ ἀπημονίης. τεὰ δʼ ἔργματα τίς κεν ἀείδοι; οὐ γένετʼ, οὐκ ἔσται· τίς καὶ Διὸς ἔργματʼ ἀείσει; χαῖρε πάτερ, χαῖρʼ αὖθι· δίδου δʼ ἀρετήν τʼ ἄφενός τε. οὔτʼ ἀρετῆς ἄτερ ὄλβος ἐπίσταται ἄνδρας ἀέξειν οὔτʼ ἀρετὴ ἀφένοιο· δίδου δʼ ἀρετήν τε καὶ ὄλβον.