ἐκ δὲ Διὸς βασιλῆες · ἐπὶ χθονὸς οὐδὲν ἀνάκτων θειότερον· τῶι καί σφε τεὴν ἐκρίναο λάξιν. δῶκας δὲ πτολίεθρα φυλασσέμεν, ἵζεο δʼ αὐτὸς ἄκρηισʼ ἐν πολίεσσιν, ἐπόψιος οἵ τε δίκηισι λαὸν ὑπὸ σκολιῆισʼ οἵ τʼ ἔμπαλιν ἰθύνουσιν· ἐν δὲ ῥυηφενίην ἔβαλές σφισιν, ἐν δʼ ἅλις ὄλβον·