σή τε βίη τό τε κάρτος, ὃ καὶ πέλας εἵσαο δίφρου. θήκαο δʼ οἰωνῶν μέγʼ ὑπείροχον ἀγγελιώτην σῶν τεράων· ἅ τʼ ἐμοῖσι φίλοις ἐνδέξια φαίνοις. εἵλεο δʼ αἰζηῶν ὅ τι φέρτατον· οὐ σύ γε νηῶν ἐμπεράμους, οὐκ ἄνδρα σακέσπαλον, οὐ μὲν ἀοιδόν· ἀλλὰ τὰ μὲν μακάρεσσιν ὀλίζοσιν αὖθι παρῆκας