φάντο πάλον Κρονίδηισι διάτριχα δώματα νεῖμαι· τίς δέ κʼ ἐπʼ οὐλύμπωι τε καὶ ἄιδι κλῆρον ἐρύσσαι, δς μάλα μὴ νενίηλος; ἐπʼ ἰσαίηι γὰρ ἔοικε πήλασθαι· τὰ δὲ τόσσον ὅσον διὰ πλεῖστον ἔχουσι. ψευδοίμην ἀίοντος ἅ κεν πεπίθοιεν ἀκουήν. οὔ σε θεῶν ἐσσῆνα πάλοι θέσαν, ἔργα δὲ χειρῶν, σή τε βίη τό τε κάρτος, ὃ καὶ πέλας εἵσαο δίφρου. θήκαο δʼ οἰωνῶν μέγʼ ὑπείροχον ἀγγελιώτην σῶν τεράων· ἅ τʼ ἐμοῖσι φίλοις ἐνδέξια φαίνοις. εἵλεο δʼ αἰζηῶν ὅ τι φέρτατον· οὐ σύ γε νηῶν ἐμπεράμους, οὐκ ἄνδρα σακέσπαλον, οὐ μὲν ἀοιδόν· ἀλλὰ τὰ μὲν μακάρεσσιν ὀλίζοσιν αὖθι παρῆκας ἄλλα μέλειν ἑτέροισι, σὺ δʼ ἐξέλεο πτολιάρχους αὐτούς, ὧν ὑπὸ χεῖρα γεωμόρος, ὧν ἴδρις αἰχμῆς, ὧν ἐρέτης, ὧν πάντα· τί δʼ οὐ κρατέοντος ὑπʼ ἰσχύν; αὐτίκα χαλκῆας μὲν ὑδείομεν Ἡφαίστοιο, τευχηστὰς δʼ Ἄρηος, ἐπακτῆρας δὲ Χιτώνης Ἀρτέμιδος, Φοίβου δὲ λύρης εὖ εἰδότας οἴμους· ἐκ δὲ Διὸς βασιλῆες · ἐπὶ χθονὸς οὐδὲν ἀνάκτων θειότερον· τῶι καί σφε τεὴν ἐκρίναο λάξιν. δῶκας δὲ πτολίεθρα φυλασσέμεν, ἵζεο δʼ αὐτὸς ἄκρηισʼ ἐν πολίεσσιν, ἐπόψιος οἵ τε δίκηισι λαὸν ὑπὸ σκολιῆισʼ οἵ τʼ ἔμπαλιν ἰθύνουσιν· ἐν δὲ ῥυηφενίην ἔβαλές σφισιν, ἐν δʼ ἅλις ὄλβον· πᾶσι μέν, οὐ μάλα δʼ ἶσον. ἔοικε δὲ τεκμήρασθαι ἡμετέρωι μεδέοντι· περιπρὸ γὰρ εὐρὺ βέβηκεν. ἑσπέριος κεῖνός γε τελεῖ τά κεν ἦρι νοήσηι· ἑσπέριος τὰ μέγιστα, τὰ μείονα δʼ, εὖτε νοήσηι. οἳ δὲ τὰ μὲν πλειῶνι, τὰ δʼ οὐχ ἑνί, τῶν δʼ ἀπὸ πάμπαν αὐτὸς ἄνην ἐκόλουσας, ἐνέκλασσας δὲ μενοινήν.