φάντο πάλον Κρονίδηισι διάτριχα δώματα νεῖμαι· τίς δέ κʼ ἐπʼ οὐλύμπωι τε καὶ ἄιδι κλῆρον ἐρύσσαι, δς μάλα μὴ νενίηλος; ἐπʼ ἰσαίηι γὰρ ἔοικε πήλασθαι· τὰ δὲ τόσσον ὅσον διὰ πλεῖστον ἔχουσι. ψευδοίμην ἀίοντος ἅ κεν πεπίθοιεν ἀκουήν. οὔ σε θεῶν ἐσσῆνα πάλοι θέσαν, ἔργα δὲ χειρῶν,