πλῆξεν ὄρος σκήπτρωι· τὸ δέ οἱ δίχα πουλὺ διέστη, ἐκ δʼ ἔχεεν μέγα χεῦμα· τόθι χρόα φαιδρύνασα ὦνα τεὸν σπείρωσε, Νέδηι δέ σε δῶκε κομίζειν κευθμὸν ἔσω Κρηταῖον, ἵνα κρύφα παιδεύοιο, πρεσβυτάτηι Νυμφέων, αἵ μιν τότε μαιώσαντο πρωτίστη γενεὴ μετά γε Στύγα τε Φιλύρην τε. οὐδʼ ἁλίην ἀπέτεισε θεὴ χάριν, ἀλλὰ τὸ χεῦμα κεῖνο Νέδην ὀνόμηνε· τὸ μέν ποθι πουλὺ κατʼ αὐτό Καυκώνων πτολίεθρον, δ Λέπρειον πεφάτισται, συμφέρεται Νηρῆι, παλαιότατον δέ μιν ὕδωρ υἱωνοὶ πίνουσι Λυκαονίης ἄρκτοιο. εὖτε Θενὰς ἀπέλειπεν ἐπὶ Κνωσοῖο φέρουσα Ζεῦ πάτερ ἡ Νύμφη σε (Θεναὶ δʼ ἔσαν ἐγγύθι Κνωσοῦ), τουτάκι τοι πέσε δαῖμον ἄπʼ ὀμφαλός· ἔνθεν ἐκεῖνο ὀμφάλιον μετέπειτα πέδον καλέουσι Κύδωνες. Ζεῦ σὲ δὲ Κυρβάντων ἑτάραι προσεπηχύναντο Δικταῖαι Μελίαι, δὲ δʼ ἐκοίμισεν Ἀδρήστεια λίκνωι ἐνὶ χρυσέωι, σὺ δʼ ἐθήσαο πίονα μαζόν αἰγὸς Ἀμαλθείης, ἐπὶ δὲ γλυκὺ κηρίον ἔβρως. γέντο γὰρ ἐξαπιναῖα Πανακρίδος ἔργα μελίσσης Ἰδαίοις ἐν ὄρεσσι, τά τε κλείουσι Πάνακρα. οὖλα δὲ Κούρητές σε περὶ πρύλιν ὠρχήσαντο τεύχεα πεπλήγοντες, ἵνα Κρόνος οὔασιν ἠχήν ἀσπίδος εἰσαΐοι καὶ μή σεο κουρίζοντος. καλὰ μὲν ἠέξευ, καλὰ δʼ ἔτραφες οὐράνιε Ζεῦ, ὀξὺ δʼ ἀνήβησας, ταχινοὶ δέ τοι ἦλθον ἴουλοι. ἀλλʼ ἔτι παιδνὸς ἐὼν ἐφράσσαο πάντα τέλεια· τῶι τοι καὶ γνωτοὶ προτερηγενέες περ ἐόντες οὐρανὸν οὐκ ἐμέγηραν ἔχειν ἐπιδαίσιον οἶκον. δηναιοὶ δʼ οὐ πάμπαν ἀληθέες ἦσαν ἀοιδοί·