ἰλυοὺς ἐβάλοντο κινώπετα, νίσσετο δʼ ἀνήρ πεζὸς ὑπὲρ Κρᾶθίν τε πολύστιόν τε Μετώπην διψαλέος· τὸ δὲ πολλὸν ὕδωρ ὑπὸ ποσσὶν ἔκειτο. καί ῥʼ ὑπʼ ἀμηχανίης σχομένη φάτο πότνια Ῥείη ʼΓαῖα φίλη τέκε καὶ σύ· τεαὶ δʼ ὠδῖνες ἐλαφραί.ʼ εἶπε καὶ ἀντανύσασα θεὴ μέγαν ὑψόθι πῆχυν