λευκότατος ποταμῶν, ἔτι δʼ ἄβροχος ἦεν ἅπασα Ἀρκαδίη· μέλλεν δὲ μάλʼ εὔυδρος καλέεσθαι αὖτις· ἐπεὶ τημόσδε, Ῥέη ὅτʼ ἐλύσατο μίτρην, ἦ πολλὰς ἐφύπερθε σαρωνίδας ὑγρὸς Ἰάων ἤειρεν, πολλὰς δὲ Μέλας ὤκχησεν ἁμάξας, πολλὰ δὲ Καρίωνος ἄνω διεροῦ περ ἐόντος