ἑρπετὸν οὐδὲ γυνὴ ἐπιμίσγεται, ἀλλά ἑ Ῥείης ὠγύγιον καλέουσι λεχώιον Ἀπιδανῆες)· ἔνθα σʼ ἐπεὶ μήτηρ μεγάλων ἀπεθήκατο κόλπων, αὐτίκα δίζητο ῥόον ὕδατος ὧι κε τόκοιο λύματα χυτλώσαιτο τεὸν δʼ ἐνὶ χρῶτα λοέσσαι. Λάδων ἀλλʼ οὔπω μέγας ἔρρεεν οὐδʼ Ἐρύμανθος,