Ζηνὸς ἔοι τί κεν ἄλλο παρὰ σπονδῆισιν ἀείδειν λώιον ἢ θεὸν αὐτόν, ἀεὶ μέγαν, αἰὲν ἄνακτα, Πηλαγόνων ἐλατῆρα, δικασπόλον οὐρανίδηισι; πῶς καί μιν, Δικταῖον ἀείσομεν ἠὲ Λυκαῖον; ἐν δοιῆι μάλα θυμός, ἐπεὶ γένος ἀμφήριστον. Ζεῦ δὲ μὲν Ἰδαίοισιν ἐν οὔρεσί φασι γενέσθαι,