Ζηνὸς ἔοι τί κεν ἄλλο παρὰ σπονδῆισιν ἀείδειν λώιον ἢ θεὸν αὐτόν, ἀεὶ μέγαν, αἰὲν ἄνακτα, Πηλαγόνων ἐλατῆρα, δικασπόλον οὐρανίδηισι; πῶς καί μιν, Δικταῖον ἀείσομεν ἠὲ Λυκαῖον; ἐν δοιῆι μάλα θυμός, ἐπεὶ γένος ἀμφήριστον. Ζεῦ δὲ μὲν Ἰδαίοισιν ἐν οὔρεσί φασι γενέσθαι, Ζεῦ δὲ δʼ ἐν Ἀρκαδίηι· πότεροι, πάτερ, ἐψεύσαντο; Κρῆτες ἀεὶ ψεῦσται · καὶ γὰρ τάφον, ὦ ἄνα, σεῖο Κρῆτες ἐτεκτήναντο· σὺ δʼ οὐ θάνες, ἐσσὶ γὰρ αἰεί. ἐν δέ σε Παρρασίηι Ῥείη τέκεν, ἧχι μάλιστα ἔσκεν ὄρος θάμνοισι περισκεπές (ἔνθεν ὁ χῶρος ἱερός, οὐδέ τί μιν κεχρημένον Εἰλειθυίης ἑρπετὸν οὐδὲ γυνὴ ἐπιμίσγεται, ἀλλά ἑ Ῥείης ὠγύγιον καλέουσι λεχώιον Ἀπιδανῆες)· ἔνθα σʼ ἐπεὶ μήτηρ μεγάλων ἀπεθήκατο κόλπων, αὐτίκα δίζητο ῥόον ὕδατος ὧι κε τόκοιο λύματα χυτλώσαιτο τεὸν δʼ ἐνὶ χρῶτα λοέσσαι. Λάδων ἀλλʼ οὔπω μέγας ἔρρεεν οὐδʼ Ἐρύμανθος, λευκότατος ποταμῶν, ἔτι δʼ ἄβροχος ἦεν ἅπασα Ἀρκαδίη· μέλλεν δὲ μάλʼ εὔυδρος καλέεσθαι αὖτις· ἐπεὶ τημόσδε, Ῥέη ὅτʼ ἐλύσατο μίτρην, ἦ πολλὰς ἐφύπερθε σαρωνίδας ὑγρὸς Ἰάων ἤειρεν, πολλὰς δὲ Μέλας ὤκχησεν ἁμάξας, πολλὰ δὲ Καρίωνος ἄνω διεροῦ περ ἐόντος ἰλυοὺς ἐβάλοντο κινώπετα, νίσσετο δʼ ἀνήρ πεζὸς ὑπὲρ Κρᾶθίν τε πολύστιόν τε Μετώπην διψαλέος· τὸ δὲ πολλὸν ὕδωρ ὑπὸ ποσσὶν ἔκειτο. καί ῥʼ ὑπʼ ἀμηχανίης σχομένη φάτο πότνια Ῥείη ʼΓαῖα φίλη τέκε καὶ σύ· τεαὶ δʼ ὠδῖνες ἐλαφραί.ʼ εἶπε καὶ ἀντανύσασα θεὴ μέγαν ὑψόθι πῆχυν