χαῖρε μέγα, Κρονίδη πανυπέρτατε, δῶτορ ἐάων, δῶτορ ἀπημονίης. τεὰ δʼ ἔργματα τίς κεν ἀείδοι; οὐ γένετʼ, οὐκ ἔσται, τίς ἔσται· τίς vulg. κεν κεν MSS.; καὶ Wilamow. Διὸς ἔργματʼ ἀείσαι. ἀείσαι Blomf.; ἀείσοι or ἀείσει MSS. χαῖρε πάτερ, χαῖρʼ αὖθι· δίδου δʼ ἀρετήν τʼ ἄφενός τε. οὔτʼ ἀρετῆς ἄτερ ὄλβος ἐπίσταται ἄνδρας ἀέξειν οὔτʼ ἀρετὴ ἀφένοιο· δίδου δʼ ἀρετήν τε καὶ ὄλβον.