ἐκ δὲ Διὸς βασιλῆες, ἐπεὶ Διὸς οὐδὲν ἀνάκτων θειότερον· τῶ καί σφε σφε Bentley; σφι . τεὴν ἐκρίναο λάξιν. δῶκας δὲ πτολίεθρα φυλασσέμεν, ἵζεο δʼ αὐτὸς ἄκρῃσʼ ἐν πολίεσσιν, ἐπόψιος οἵ τε δίκῃσι λαὸν ὑπὸ σκολιῇσʼ οἵ τʼ ἔμπαλιν ἰθύνουσιν· ἐν δὲ ῥυηφενίην ἔβαλές σφισιν, ἐν δʼ ἅλις ὄλβον·