φάντο πάλον Κρονίδῃσι διάτριχα δώματα νεῖμαι· τίς δέ κʼ ἐπʼ Οὐλύμπῳ τε καὶ Ἄιδι κλῆρον ἐρύσσαι, ὃς μάλα μὴ νενίηλος; ἐπʼ ἰσαίῃ γὰρ ἔοικε πήλασθαι· τὰ δὲ τόσσον ὅσον διὰ πλεῖστον ἔχουσι. ψευδοίμην ἀίοντος ἅ κεν πεπίθοιεν ἀκουήν. οὔ σε θεῶν ἐσσῆνα πάλοι θέσαν, ἔργα δὲ χειρῶν,