καλὰ μὲν ἠέξευ, καλὰ δʼ ἔτραφες, οὐράνιε Ζεῦ, ὀξὺ δʼ ἀνήβησας, ταχινοὶ δέ τοι ἦλθον ἴουλοι. ἀλλʼ ἔτι παιδνὸς ἐὼν ἐφράσσαο πάντα τέλεια· τῶ τοι καὶ γνωτοὶ προτερηγενέες περ ἐόντες οὐρανὸν οὐκ ἐμέγηραν ἔχειν ἐπιδαίσιον οἶκον. δηναιοὶ δʼ οὐ πάμπαν ἀληθέες ἦσαν ἀοιδοί.