πλῆξεν ὄρος σκήπτρῳ· τὸ δέ οἱ δίχα πουλὺ διέστη, ἐκ δʼ ἔχεεν μέγα χεῦμα· τόθι χρόα φαιδρύνασα, ὦνα, τεὸν σπείρωσε, Νέδῃ δέ σε δῶκε κομίζειν κομίζειν A; κομίσσαι other MSS. κευθμὸν ἔσω Κρηταῖον, ἵνα κρύφα παιδεύοιο, πρεσβυτάτῃ Νυμφέων αἵ μιν τότε μαιώσαντο, πρωτίστῃ γενεῇ πρωτίστη γενεὴ Schneider. μετά γε Στύγα τε Φιλύρην τε. οὐδʼ ἁλίην ἀπέτεισε θεὴ χάριν, ἀλλὰ τὸ χεῦμα κεῖνο Νέδην ὀνόμηνε· τὸ μέν ποθι πουλὺ κατʼ αὐτὸ Καυκώνων πτολίεθρον, ὃ Λέπρειον Λέπριον MSS.; corr. Wass. πεφάτισται, συμφέρεται Νηρῆι, παλαιότατον δέ μιν ὕδωρ υἱωνοὶ γυιωνοὶ MSS. πίνουσι Λυκαονίης ἄρκτοιο. εὖτε Θενὰς ἀπέλειπεν ἐπὶ Κνωσοῖο φέρουσα, Ζεῦ πάτερ, ἡ Νύμφη σε (Θεναὶ δʼ ἔσαν ἐγγύθι Κνωσοῦ), τουτάκι τοι πέσε, δαῖμον, ἄπʼ ὀμφαλός· ἔνθεν ἐκεῖνο ὀμφάλιον μετέπειτα πέδον καλέουσι Κύδωνες. Ζεῦ, σὲ δὲ Κυρβάντων ἑτάραι προσεπηχύναντο Δικταῖαι Μελίαι, σὲ δʼ ἐκοίμισεν Ἀδρήστεια λίκνῳ λείκνῳ MSS. ἐνὶ χρυσέῳ, δὺ δʼ ἐθήσαο πίονα μαζὸν αἰγὸς Ἀμαλθείης, ἐπὶ σὲ γλυκὺ κηρίον ἔβρως. γέντο γὰρ ἐξαπιναῖα Πανακρίδος ἔργα μελίσσης Ἰδαίοις ἐν ὄρεσσι, τά τε κλείουσι Πάνακρα. οὖλα δὲ Κούρητές σε περὶ πρύλιν ὠρχήσαντο τεύχεα πεπηήγοντες, v.l. πεπληγότες . ἵνα Κρόνος οὔασιν ἠχὴν ἀσπίδος εἰσαΐοι καὶ μή σεο κουρίζοντος. καλὰ μὲν ἠέξευ, καλὰ δʼ ἔτραφες, οὐράνιε Ζεῦ, ὀξὺ δʼ ἀνήβησας, ταχινοὶ δέ τοι ἦλθον ἴουλοι. ἀλλʼ ἔτι παιδνὸς ἐὼν ἐφράσσαο πάντα τέλεια· τῶ τοι καὶ γνωτοὶ προτερηγενέες περ ἐόντες οὐρανὸν οὐκ ἐμέγηραν ἔχειν ἐπιδαίσιον οἶκον. δηναιοὶ δʼ οὐ πάμπαν ἀληθέες ἦσαν ἀοιδοί.