καὶ γὰρ ἐγὼ τὰ μὲν ὅσσα καρήατι τῆμος ἔδωκα ξανθὰ σὺν εὐόδμοις ἁβρὰ λίπη στεφάνοις, ἄπνοα πάντ’ ἐγένοντο παραχρῆμ’· ὅσσα τ’ ὀδόντων ἔνδοθι νειαίρην τ’ εἰς ἀχάριστον ἔδυ, καὶ τῶν οὐδὲν ἔμεινεν ἐς αὔριον· ὅσσα δ’ ἀκουαῖς εἰσεθέμην, ἔτι μοι μοῦνα πάρεστι τάδε. Stob. Flor. lxxxi. 8.