1. Apollonius (Rhodius), A.P. xi. 275. Καλλίμαχος τὸ κάθαρμα, τὸ παίγνιον, ὁ ξύλινος νοῦς, αἴτιος ὁ γράψας Αἴτια Καλλιμάχου. 2. Diodorus, A. P. vii. 42. Ἆ μέγα Βαττιάδαο σοφοῦ περίπυστον ὄνειαρ, ἦ ῥ’ ἐτεὸν κεράων οὐδ’ ἐλέφαντος ἔης. τοῖα γὰρ ἄμμιν ἔφηνας, ἅτ’ οὐ πάρος ἀνέρες ἴδμεν, ἀμφί τε ἀθανάτους ἀμφί τε ἡμιθέους, εὖτέ μιν ἐκ Λιβύης ἀναείρας εἰς Ἑλικῶνα ἤγαγες ἐν μέσσαις Πιερίδεσσι φέρων· αἱ δέ οἱ εἰρομένῳ ἀμφ’ ὠγυγίων ἡρώων. Αἴτια καὶ μακάρων εἶρον ἀμειβόμεναι. Vv. 1-2 Suidas s.v. ὄνειαρ.