ὡς βίον ἠλλάχθαι καὶ τρόπον οἰόμενος· ἡ δὲ τάφῳ κλινθέντα κατέκτανε παῖδα πεσοῦσα· φεύγετε μητρυιῆς καὶ τάφον οἱ πρόγονοι. A.P. ix. 67 anonym. but attributed to Callim. by Planud. ἦλθε Θεαίτητος καθαρὴν ὁδόν. εἰ δʼ ἐπὶ κισσὸν τὸν τεὸν οὐχ αὕτη, Βάκχε, κέλευθος ἄλει, ἄλλων μὲν κήρυκες ἐπὶ βραχὺν οὔνομα καιρὸν φθέγξονται, κείνου δʼ Ἑλλὰς ἀεὶ σοφίην. A.P. ix. 565. μικρή τις, Διόνυσε, καλὰ πρήσσοντι ποιητῇ ῥῆσις· ὁ μὲν νικῶ φησὶ τὸ μακρότατον, ᾦ δὲ σὺ μὴ πνεύσῃς ἐνδέξιος, ἐπιδέξιος Kaibel. ἤν τις ἔρηται πῶς ἔβαλες ; φησί σκληρὰ τὰ γιγνόμενα. τῷ μερμηρίξαντι τὰ μὴ ἔνδικα τοῦτο γένοιτο τοὖπος· ἐμοὶ δʼ, ὦναξ, ἡ βραχυσυλλαβίη. A.P. ix. 566. τῇδε Σάων ὁ Δίκωνος Ἀκάνθιος ἱερὸν ὕπνον κοιμᾶται. θνῄσκειν μὴ λέγε τοὺς ἀγαθούς. A.P. vii. 451. ἤν δίζῃ Τίμαρχον ἐν Ἄιδος, ὄφρα πύθηαι