εἶπέ τις, Ἡράκλειτε, τεὸν μόρον, ἐς δέ με δάκρυ ἤγαγεν, ἐμνήσθην δʼ ὁσσάκις ἀμφότεροι ἥλιον ἐν λέσχῃ κατεδύσαμεν· ἀλλὰ σὺ μέν που, ξεῖνʼ Ἁλικαρνησεῦ, τετράπαλαι σποδιή· αἱ δὲ τεαὶ ζώουσιν ἀηδόνες, ᾗσιν ὁ πάντων ἁρπακτὴς Ἀίδης οὐκ ἐπὶ χεῖρα βαλεῖ. A.P. vii. 80, Diog. Laert. ix. 17. [Ὀξεῖαι πάντῃ περὶ τὸν τάφον εἰσὶν ἄκανθαι καὶ σκόλοπες· βλάψεις τοὺς πόδας, ἢν προσίῃς·] Τίμων μισάνθρωπος ἐνοικέω. ἀλλὰ πάρελθε οἰμώζειν εἴπας πολλά, πάρελθε μόνον. A.P. vii. 320, where it is attributed to Hegesippus. Plut. Ant. 70 quotes the last distich as τὸ περιφερόμενον Καλλιμάχειον . μὴ χαίρειν εἵπῃς με, κακὸν κέαρ, ἀλλὰ πάρελθε· ἶσον ἐμοὶ χαίρειν ἐστὶ τὸ μὴ σὲ γελᾶν. γελᾶν MSS.; πελᾶν Jacobs. A.P. vii. 318. Τίμων, οὐ γὰρ ἔτʼ ἐσσί, τί τοι, σκότος ἢ φάος ἐχθρόν; τὸ σκότος· ὑμέων γὰρ πλείονες εἰν Ἀίδῃ. A.P. vii. 317. κόγχος ἐγώ, Ζεφυρῖτι, παλαίτερος πάλαι τέρας Schneider. ἀλλὰ σὺ νῦν με,