ξεῖνος Ἀταρνείτης τις ἀνείρετο Πιττακὸν οὕτω τὸν Μυτιληναῖον, παῖδα τὸν Ὑρράδιον Ὑρράδιον Schneider; Ὑρραδίου . ἄττα γέρον, δοιός με καλεῖ γάμος· ἡ μία μὲν δὴ νύμφη καὶ πλούτῳ καὶ γενεῇ κατʼ ἐμέ, ἡ δʼ ἑτέρη προβέβηκε· τί λώιον; εἰ δʼ ἄγε σύμ μοι βούλευσον, ποτέρην εἰς ὑμέναιον ἄγω. εἶπεν· ὁ δέ σκίπωνα, γεροντικὸν ὅπλον, ἀείρας, ἠνίδε, κεῖνοί σοι πᾶν ἐρέουσιν ἔπος. οἱ δʼ ἄρʼ ὑπὸ πληγῇσι θοὰς βέμβικας ἔχοντες ἔστρεφον εὐρείῃ παῖδες ἐνὶ τριόδῳ. κείνων ἔρχεο, φησί, μετʼ ἴχνια. χὡ μὲν ἐπέστη πλησίον· οἱ δʼ ἔλεγον· τὴν κατὰ σαυτὸν ἔλα. ταῦτʼ ἀίων ὁ ξεῖνος· ἐφείσατο μείζονος οἴκου δράξασθαι, παίδων κληδόνα κληδόνι Diog. συνθέμενος, τὴν δʼ ὀλίγην ὡς κεῖνος ἐς οἰκίον ἤγετο νύμφην. οὕτω καὶ σύ γʼ ἰὼν γʼ ἰὼν A.P.; Δίων Diog. τὴν κατὰ σαυτὸν ἔλα.