μηδέ μοι ἐν θαλάμηισιν ἔθʼ ὡς πάρος, εἰμὶ γὰρ ἄπνους, τίκτηται νοτερῆισʼ ὤεον ἁλκυονίς. Κλεινίου ἀλλὰ θυγατρὶ δίδου χάριν, οἶδε γὰρ ἐσθλά ῥέζειν καὶ Σμύρνης ἐστὶν ἀπʼ Αἰολίδος. τοῦ Σαμίου πόνος εἰμὶ δόμωι ποτὲ θεῖον ἀοιδόν· δεξαμένου, κλείω δʼ Εὔρυτον, ὅσσʼ ἔπαθεν, καὶ ξανθὴν Ἰόλειαν, Ὁμήρειον δὲ καλεῦμαι γράμμα· Κρεωφύλωι, Ζεῦ φίλε, τοῦτο μέγα. ἦλθε Θεαίτητος καθαρὴν ὁδόν. εἰ δʼ ἐπὶ κισσόν τὸν τεὸν οὐχ αὕτη, Βάκχε, κέλευθος ἄγει· ἄλλων μὲν κήρυκες ἐπὶ βραχὺν οὔνομα καιρόν φθέγξονται, κείνου δʼ Ἑλλὰς ἀεὶ σοφίην. μικρή τις Διόνυσε καλὰ πρήσσοντι ποιητῆι ῥῆσις· ὃ μὲν νικῶ φησὶ τὸ μακρότατον, ὧι δὲ σὺ μὴ πνεύσηις ἐπιδέξιος, ἤν τις ἔρηται πῶς ἔβαλες ; φησί σκληρὰ τὰ γιγνόμενα .