εἶπέ τις Ἡράκλειτε τεὸν μόρον, ἐς δέ με δάκρυ ἤγαγεν, ἐμνήσθην δʼ ὁσσάκις ἀμφότεροι ἥλιον ἐν λέσχηι κατεδύσαμεν· ἀλ̀λὰ σὺ μέν που ξεῖνʼ ʼΑλικαρνησεῦ τετράπαλαι σποδιή· αἱ δὲ τεαὶ ζώουσιν ἀηδόνες, ἧισιν ὁ πάντων ἁρπακτὴς Ἀίδης οὐκ ἐπὶ χεῖρα βαλεῖ. Τίμων, οὐ γὰρ ἔτʼ ἐσσί, τί τοι, σκότος ἢ φάος ἐχθρόν; τὸ σκότος· ὑμέων γὰρ πλείονες εἰν Ἀίδηι . κόγχος ἐγὼ Ζεφυρῖτι πάλαι τέρας· ἀλλὰ σὺ νῦν με Κύπρι Σεληναίης ἄνθεμα πρῶτον ἔχεις, ναυτίλος ὃς πελάγεσσιν ἐπέπλεον, εἰ μὲν ἀῆται, τείνας οἰκείων λαῖφος ἀπὸ προτόνων, εἰ δὲ Γαληναίη, λιπαρὴ θεός, οὖλος ἐρέσσων ποσσί νιν, ὥστʼ ἔργωι τοὔνομα συμφέρεται, ἔστʼ ἔπεσον παρὰ θῖνας Ἰουλίδας, ὄφρα γένωμαι σοὶ τὸ περίσκεπτον παίγνιον, Ἀρσινόη,