ὦ Χαρίδα, τί τὰ νέρθε; πολὺ σκότος . αἱ δʼ ἄνοδοι τί; ψεῦδος . ὁ δὲ Πλούτων; μῦθος . ἀπωλόμεθα. οὗτος ἐμὸς λόγος ὔμμιν ἀληθινός· εἰ δὲ τὸν ἡδύν βούλει, Πελλαίου βοῦς μέγας εἰν Ἀίδηι. δαίμονα τίς δʼ εὖ οἶδε τὸν Αὔριον; ἁνίκα καὶ δέ Χάρμι τὸν ὀφθαλμοῖς χθιζὸν ἐν ἁμετέροις τᾶι ἑτέραι κλαύσαντες ἐθάπτομεν· οὐδὲν ἐκείνου εἶδε πατὴρ Διοφῶν χρῆμʼ ἀνιαρότερον. Τιμονόη. τίς δʼ ἐσσί; μὰ δαίμονας, οὔ σʼ ἂν ἐπέγνων, εἰ μὴ Τιμοθέου πατρὸς ἐπῆν ὄνομα στήληι καὶ Μήθυμνα, τεὴ πόλις. ἦ μέγα φημί χῆρον ἀνιᾶσθαι σὸν πόσιν Εὐθυμένη. Κρηθίδα τὴν πολύμυθον ἐπισταμένην καλὰ παίζειν δίζηνται Σαμίων πολλάκι θυγατέρες, ἡδίστην συνέριθον ἀεὶ λάλον· ἣ δʼ ἀποβρίζει ἐνθάδε τὸν πάσαις ὕπνον ὀφειλόμενον.