ξεῖνος Ἀταρνείτης τις ἀνήρετο Πιττακὸν οὕτω τὸν Μυτιληναῖον, παῖδα τὸν Ὑρράδιον· ἄττα γέρον, δοιός με καλεῖ γάμος· ἡ μία μὲν δή νύμφη καὶ πλούτωι καὶ γενεῆι κατʼ ἐμέ, ἡ δʼ ἑτέρη προβέβηκε· τί λώιον; εἰ δʼ ἄγε σύμ μο ι βούλευσον, ποτέρην εἰς ὑμέναιον ἄγω. εἶπεν· ὁ δὲ σκίπωνα, γεροντικὸν ὅπλον, ἀείρας, ἠνίδε, κεῖνοί τοι πᾶν ἐρέουσιν ἔπος. οἳ δʼ ἄρʼ ὑπὸ πληγῆισι θοὰς βέμβικας ἔχοντες ἔστρεφον εὐρείηι παῖδες ἐνὶ τριόδωι. κείνων ἔρχεο φησὶ μετʼ ἴχνια . χὠ μὲν ἐπέστη πλησίον· οἳ δʼ ἔλεγον· τὴν κατὰ σαυτὸν ἔλα . ταῦτʼ ἀίων δ̔ ξεῖνος ἒφείσατο μείζονος οἴκου δράξασθαι παίδων κληδόνι συνθέμενος. τὴν δʼ ὀλίγην ὡς κεῖνος ἐς οἰκίον ἤγετο νύμφην, οὕτω καὶ σύ, Δίων, τὴν κατὰ σαυτὸν ἔλα.