Ἡ δὲ Λευκίππη καθ’ ἑαυτὴν γενομένη καὶ τῶν τῆς μητρὸς γεμισθεῖσα ῥημάτων παντοδαπή τις ἦν. Ἤχθετο, ᾐσχύνετο, ὠργίζετο· ἤχθετο μὲν πεφωραμένη, ᾐσχύνετο δὲ ὀνειδιζομένη, ὠργίζετο δὲ ἀπιστουμένη. Αἰδὼς δὲ καὶ λύπη καὶ ὀργὴ τρία τῆς ψυχῆς κύματα. Ἡ μὲν γὰρ αἰδὼς διὰ τῶν ὀμμάτων εἰσρέουσα τὴν τῶν ὀφθαλμῶν ἐλευθερίαν καθαιρεῖ· ἡ δὲ λύπη περὶ τὰ στέρνα διανεμομένη κατατήκει τῆς ψυχῆς τὸ ζωπυροῦν· ἡ δὲ ὀργὴ περιυλακτοῦσα τὴν καρδίαν ἐπικλύζει τὸν λογισμὸν τῷ τῆς μανίας ἀφρῷ. Λόγος δὲ τούτων ἁπάντων πατήρ, καὶ ἔοικεν ἐπὶ σκοπῷ τόξον βάλλειν καὶ ἐπιτυγχάνειν καὶ ἐπὶ τὴν ψυχὴν πέμπειν τὰ βλήματα καὶ ποικίλα τοξεύματα. Τὸ μέν ἐστιν αὐτῷ λοιδορίας βέλος, καὶ γίνεται τὸ ἕλκος ὀργή· τὸ δέ ἐστιν ἔλεγχος ἀτυχημάτων· ἐκ τούτου τοῦ βέλους λύπη γίνεται· τὸ δὲ ὄνειδος ἁμαρτημάτων, καὶ καλοῦσιν αἰδῶ τὸ τραῦμα. Ἴδιον δὲ τούτων ἁπάντων τῶν βελῶν βαθέα μὲν τὰ βλήματα, ἄναιμα δὲ τὰ τοξεύματα. Ἓν δὲ τούτων ἁπάντων φάρμακον, ἀμύνεσθαι τὸν βάλλοντα τοῖς αὐτοῖς βλήμασι· λόγος γὰρ γλώσσης βέλος ἄλλης γλώσσης βέλει θεραπεύεται· καὶ γὰρ τῆς καρδίας ἔπαυσε τὸ θυμούμενον καὶ τῆς ψυχῆς ἐμάρανε τὸ λυπούμενον. Ἂν δέ τις ἀνάγκῃ τοῦ κρείττονος σιγάσῃ τὴν ἄμυναν, ἀλγεινότερα γίνεται τὰ ἕλκη τῇ σιωπῇ· αἱ γὰρ ὠδῖνες τῶν ἐκ τοῦ λόγου κυμάτων οὐκ ἀποπτύσασαι τὸν ἀφρὸν οἰδοῦσι περὶ ἑαυτὰς πεφυσημέναι.