Οὔτε γὰρ νῦν οἶδε τῆς κόρης ἡ μήτηρ τίνα κατέλαβεν, ὡς ὑμεῖς φατε, ὅ τε καταμηνύσων οὐκ ἔσται τῆς Κλειοῦς ἐκ μέσου γενομένης· τάχα δὲ καὶ τὴν κόρην συμφυγεῖν πείσετε.” Ἔλεγε δὲ καὶ αὐτὸς ὅτι κοινωνὸς γενήσεται τῆς ἀποδημίας. Ταῦτα ἔδοξε· καὶ τὴν μὲν Κλειὼ τῶν οἰκετῶν αὑτοῦ τινι παραδίδωσι, κελεύσας ἐμβάλλεσθαι σκάφει, ἡμεῖς δὲ αὐτοῦ καταμείναντες ἐφροντίζομεν περὶ τῶν ἐσομένων, καὶ τέλος ἔδοξεν ἀποπειραθῆναι τῆς κόρης καὶ εἰ μὲν θελήσει συμφυγεῖν, οὕτω πράττειν· εἰ δὲ μή, μένειν αὐτοῦ, παραδόντας ἑαυτοὺς τῇ τύχῃ. Κοιμηθέντες οὖν ὀλίγον τῆς νυκτὸς ὅσον τὸ λοιπὸν περὶ τὴν ἕω πάλιν ἐπὶ τὴν οἰκίαν ἐπανήλθομεν. Ἡ οὖν Πάνθεια ἀναστᾶσα περὶ τὰς βασάνους τῆς Κλειοῦς ηὐτρεπίζετο καὶ καλεῖν αὐτὴν ἐκέλευσεν. Ὡς δ’ ἦν ἀφανής, πάλιν ἐπὶ τὴν θυγατέρα ἵεται καὶ “οὐκ ἐρεῖσ” ἔφη “τὴν συσκευὴν τοῦ δράματος; ἰδοὺ καὶ ἡ Κλειὼ πέφευγεν.” Ἡ δὲ ἔτι μᾶλλον ἐθάρρησε καὶ λέγει “τί πλέον εἴπω σοι, τίνα δ’ ἄλλην προσαγάγω πίστιν τῆς ἀληθείας μείζονα; Εἰ παρθενίας ἐστί τις δοκιμασία, δοκίμασον.” “Ἔτι καὶ τοῦτο” ἔφη ἡ Πάνθεια “λείπεται, ἵνα καὶ μετὰ μαρτύρων δυστυχῶμεν.” Ταῦτα ἅμα λέγουσα, ἐπήδησεν ἔξω.