τὰς ἐλπίδας. Οἴμοι, Σώστρατε. Σὺ μὲν ἐν Βυζαντίῳ πολεμεῖς ὑπὲρ ἀλλοτρίων γάμων, ἐν Τύρῳ δὲ καταπεπολέμησαι, καὶ τῆς θυγατρός σού τις τοὺς γάμους σεσύληκεν. Οἴμοι δειλαία, τοιούτους σου γάμους ὄψεσθαι οὐ προσεδόκων. Ὄφελον ἔμεινας ἐν Βυζαντίῳ, ὄφελον ἔπαθες πολέμου νόμῳ τὴν ὕβριν, ὄφελόν σε κἂν Θρᾲξ νικήσας ὕβρισεν· οὐκ εἶχεν ἡ συμφορὰ διὰ τὴν ἀνάγκην ὄνειδος· νῦν δέ, κακόδαιμον, ἀδοξεῖς ἐν οἷς δυστυχεῖς. Ἐπλάνα δέ με καὶ τὰ τῶν ἐνυπνίων φαντάσματα, τὸν δὲ ἀληθέστερον ὄνειρον οὐκ ἐθεασάμην· νῦν δ᾽ ἀθλιώτερον ἀνετμήθης τὴν γαστέρα· αὕτη δυστυχεστέρα τῆς μαχαίρας τομή, οὐδὲ εἶδον τὸν ὑβρίσαντά σε, οὐδὲ οἶδά μου τῆς συμφορᾶς τὴν τύχην. Οἴμοι τῶν κακῶν. Μὴ καὶ δοῦλος ἦν;” Ἐθάρρησεν οὖν ἡ παρθένος, ὡς ἂν ἐμοῦ διαπεφευγότος, καὶ λέγει “μὴ λοιδόρει μου, μῆτερ, τὴν παρθενίαν· οὐδὲν ἔργον μοι πέπρακται τοιούτων ῥημάτων ἄξιον , οὐδὲ οἶδα τοῦτον ὅστις ἦν, εἴτε δαίμων εἴτε ἥρως εἴτε λῃστής. Ἐκείμην δὲ πεφοβημένη, μηδ’ ἀνακραγεῖν διὰ τὸν φόβον δυναμένη· φόβος γὰρ γλώττης ἐστὶ δεσμός. Ἓν οἶδα μόνον, οὐδείς