Καὶ ὁ μὲν ἔκλινεν εἰς τὸ λυποῦν μέρος, ἀνακάμπτων ἔνθα τοῦ τραύματος ἡ πληγή, ὁ δὲ ὥσπερ παλαιστὴς τὸ σῶμα σκευάζων εἰς τὴν συμπλοκὴν ἀπέρρει τῶν τοῦ λέοντος ὀδόντων, αὐτὴν μέσην διαπτὰς κλειομένην τὴν γένυν. Οἱ δὲ ὀδόντες κενοὶ τῆς θήρας περὶ ἑαυτοὺς ἐκροτάλιζον. Ἤδη τοίνυν ὁ λέων ἐκεκμήκει σκιαμαχῶν πρὸς τὸν ἀέρα τοῖς ὀδοῦσι καὶ εἱστήκει παρειμένος ὀργῇ· ὁ δὲ κώνωψ περιιπτάμενος αὐτοῦ τὴν κόμην ἐπηύλει μέλος ἐπινίκιον. Μακρότερον δὲ ποιούμενος τῆς πτήσεως τὸν κύκλον ὑπὸ περιττῆς ἀπειροκαλίας ἀράχνου λανθάνει νήμασιν ἐμπλακείς, καὶ τὸν ἀράχνην οὐκ ἔλαθεν ἐμπεσών. Ὡς δ’ οὐκέτι εἶχε φυγεῖν, ἀδημονῶν εἶπεν “ὢ τῆς ἀνοίας· προὐκαλούμην γὰρ ἐγὼ λέοντα, ὀλίγος δέ με ἤγρευσεν ἀράχνου χιτών.” ” ταῦτα εἰπὼν “ὥρα τοίνυν” ἔφη “καὶ σοὶ τοὺς ἀράχνας φοβεῖσθαι,” καὶ ἅμα ἐγέλασε. καὶ ὀλίγας διαλιπὼν ἡμέρας, εἰδὼς αὐτὸν γαστρὸς ἡττώμενον, φάρμακον πριάμενος ὕπνου βαθέος ἐφ’ ἑστίασιν αὐτὸν ἐκάλεσεν. Ὁ δὲ ὑπώπτευε μέν τινα μηχανὴν καὶ ὤκνει τὸ πρῶτον· ὡς δὲ ἡ βελτίστη γαστὴρ κατηνάγκασε, πείθεται. Ἐπεὶ δὲ ἧκε πρὸς τὸν Σάτυρον εἶτα δειπνήσας ἔμελλεν ἀπιέναι, ἐγχεῖ τοῦ φαρμάκου κατὰ τῆς τελευταίας κύλικος ὁ Σάτυρος αὐτῷ· καὶ ὁ μὲν ἔπιε καὶ μικρὸν διαλιπών, ὅσον εἰς τὸ δωμάτιον αὑτοῦ φθάσαι, καταπεσὼν ἔκειτο, τὸν ὕπνον καθεύδων τοῦ φαρμάκου.