Λέγει δὴ πρὸς αὐτὸν “ἐπειδὴ καταμωκᾷ μου καὶ τοὔνομα, φέρε σοι μῦθον ἀπὸ κώνωπος εἴπω.” “ὁ λέων κατεμέμφετο τὸν Προμηθέα πολλάκις ὅτι μέγαν μὲν αὐτὸν ἔπλασε καὶ καλὸν καὶ τὴν μὲν γένυν ὥπλισε τοῖς ὀδοῦσι, τοὺς δὲ πόδας ἐκράτυνε τοῖς ὄνυξιν, ἐποίησέ τε τῶν ἄλλων θηρίων δυνατώτερον. “Ὁ δὲ τοιοῦτοσ” ἔφασκε “τὸν ἀλεκτρυόνα φοβοῦμαι.” Καὶ ὁ Προμηθεὺς ἐπιστὰς ἔφη “τί με μάτην αἰτιᾷ; τὰ μὲν γὰρ ἐμὰ πάντα ἔχεις, ὅσα πλάττειν ἠδυνάμην, ἡ δὲ σὴ ψυχὴ πρὸς τοῦτο μόνον μαλακίζεται.” Ἔκλαεν οὖν ἑαυτὸν ὁ λέων καὶ τῆς δειλίας κατεμέμφετο καὶ τέλος ἀποθανεῖν ἤθελεν. Οὕτω δὲ γνώμης ἔχων ἐλέφαντι περιτυγχάνει καὶ προσαγορεύσας εἱστήκει διαλεγόμενος. Καὶ ὁρῶν διὰ παντὸς τὰ ὦτα κινοῦντα “τί πάσχεις;” ἔφη, “καὶ τί δήποτε οὐδὲ μικρὸν ἀτρεμεῖ σου τὸ οὖς;” Καὶ ὁ ἐλέφας κατὰ τύχην παραπτάντος αὐτὸν κώνωπος “ὁρᾷσ” ἔφη “τουτὶ τὸ βραχὺ τὸ βομβοῦν; ἢν εἰσδύῃ με τῇ τῆς ἀκοῆς ὁδῷ, τέθνηκα.” Καὶ ὁ λέων “τί οὖν” ἔφη “ἔτι ἀποθνήσκειν με δεῖ τοσοῦτον ὄντα καὶ ἐλέφαντος εὐτυχέστερον, ὅσον κρείττων κώνωπος ἀλεκτρυών;” Ὁρᾷς ὅσον ἰσχύος ὁ κώνωψ ἔχει, ὡς καὶ ἐλέφαντα φοβεῖν.”