τὸ ῥεῦμα δὲ ὡς κιθάρα λαλεῖ. Ἀλλὰ καὶ λίμνη Λιβυκὴ μιμεῖται γῆν Ἰνδικήν, καὶ ἴσασιν αὐτῆς τὸ ἀπόρρητον αἱ Λιβύων παρθένοι, ὅτι τὸ ὕδωρ ἔχει πλούσιον. Ὁ δὲ πλοῦτος αὐτῇ κάτω τεταμίευται τῇ τῶν ὑδάτων ἰλύι δεδεμένος, καὶ ἔστιν ἐκεῖ χρυσοῦ πηγή. Κοντὸν οὖν εἰς τὸ ὕδωρ βαπτίζουσι πίσσῃ πεφαρμαγμένον, ἀνοίγουσί τε τοῦ ποταμοῦ τὰ κλεῖθρα. Ὁ δὲ κοντὸς πρὸς τὸν χρυσὸν οἷον πρὸς ἰχθὺν ἄγκιστρον γίνεται, ἀγρεύει γὰρ αὐτόν· ἡ δὲ πίσσα δέλεαρ γίνεται τῆς ἄγρας· ὅ τι γὰρ ἂν εἰς αὐτὴν ἐμπέσῃ τῆς τοῦ χρυσοῦ γονῆς, τὸ μὲν προσήψατο μόνον, ἡ πίσσα δὲ εἰς τὴν ἤπειρον ἥρπασε τὴν ἄγραν. Οὕτως ἐκ ποταμοῦ Λιβυκοῦ χρυσὸς ἁλιεύεται.” Ταῦτα εἰπὼν τὴν θυσίαν ἐπὶ τὴν Τύρον ἔπεμπε, καὶ τῇ πόλει συνδοκοῦν. Ὁ οὖν Καλλισθένης διαπράττεται τῶν θεωρῶν εἶς γενέσθαι· καὶ ταχὺ καταπλεύσας εἰς τὴν Τύρον καὶ ἐκμαθὼν τὴν τοῦ πατρὸς οἰκίαν ἐφήδρευε ταῖς γυναιξίν· αἱ δὲ ὀψόμεναι τὴν θυσίαν ἐξῄεσαν· καὶ γὰρ ἦν πολυτελής. Πολλὴ μὲν ἡ τῶν θυμιαμάτων πομπή, πολλὴ δὲ ἡ τῶν ἀνθέων συμπλοκή. Τὰ θυμιάματα κασία καὶ λιβανωτὸς καὶ κρόκος· τὰ ἄνθη νάρκισσος καὶ ῥόδα καὶ μυρρίναι· ἡ δὲ τῶν ἀνθέων ἀναπνοὴ πρὸς τὴν τῶν θυμιαμάτων ἤριζεν ὀδμήν· τὸ δὲ πνεῦμα ἀναπεμπόμενον εἰς τὸν ἀέρα τὴν ὀδμὴν ἐκεράννυ, καὶ ἦν ἄνεμος ἡδονῆς. Τὰ δὲ ἱερεῖα πολλὰ μὲν ἦν καὶ ποικίλα, διέπρεπον δὲ ἐν αὐτοῖς οἱ τοῦ Νείλου βόες. Βοῦς γὰρ Αἰγύπτιος οὐ τὸ μέγεθος μόνον ἀλλὰ καὶ τὴν χρόαν εὐτυχεῖ· τὸ μὲν γὰρ μέγεθος πάνυ μέγας, τὸν αὐχένα παχύς, τὸ νῶτον πλατύς, τὴν γαστέρα πολύς, τὸ κέρας οὐχ ὡς ὁ Σικελικὸς εὐτελὴς οὐδ’ ὡς ὁ Κύπριος δυσειδής, ἀλλ’ ἐκ τῶν κροτάφων ὄρθιον ἀναβαῖνον, κατὰ μικρὸν ἑκατέρωθεν κυρτούμενον τὰς κορυφὰς συνάγει τοσοῦτον, ὅσον αἱ τῶν κεράτων διεστᾶσιν ἀρχαί· καὶ τὸ θέαμα κυκλουμένης σελήνης ἐστὶν εἰκών· ἡ χρόα δὲ οἵαν Ὅμηρος ἐν τοῖς τοῦ Θρᾳκὸς ἵπποις ἐπαινεῖ.