Λαβὼν δή τινας λίθους περιθραύει τὸ τεῖχος τοῦ φαρμάκου καὶ τὸ ἄδυτον ἀνοίγει τῆς πορφύρας, καὶ θησαυρὸν εὑρίσκει βαφῆς. Ἔθυεν οὖν τότε ὁ πατὴρ τὰ προτέλεια τῶν γάμων. Ὡς δὲ ἤκουσα, ἀπωλώλειν καὶ ἐζήτουν μηχανήν, δι’ ἧς ἂν ἀναβαλέσθαι δυναίμην τὸν γάμον. Σκοποῦντος δέ μου θόρυβος ἐξαίφνης γίνεται κατὰ τὸν ἀνδρῶνα· ἐγεγόνει δέ τι τοιοῦτον. Ἐπειδὴ θυσάμενος ὁ πατὴρ ἔτυχε καὶ τὰ θύματα ἐπέκειτο τοῖς βωμοῖς, ἀετὸς ἄνωθεν καταπτὰς ἁρπάζει τὸ ἱερεῖον· σοβούντων δὲ πλέον οὐδὲν ἦν, ὁ γὰρ ὄρνις ᾤχετο φέρων τὴν ἄγραν. Ἐδόκει τοίνυν οὐκ ἀγαθὸν εἶναι. Καὶ δὴ ἐπέσχον ἐκείνην τὴν ἡμέραν τοὺς γάμους· καλεσάμενος δὲ μάντεις ὁ πατὴρ καὶ τερατοσκόπους τὸν οἰωνὸν διηγεῖται. Οἱ δὲ ἔφασαν δεῖν καλλιερῆσαι Ξενίῳ Διὶ νυκτὸς μεσούσης ἐπὶ θάλασσαν ἥκοντας· ὁ γὰρ ὄρνις ἔτυχεν ἱπτάμενος ἐκεῖ. Ἐγὼ δὲ ταῦτα ὡς ἐγένετο τὸν ἀετὸν ὑπερεπῄνουν καὶ δικαίως ἔλεγον ἁπάντων ὀρνίθων εἶναι βασιλέα· οὐκ εἰς μακρὰν δὲ ἀπέβη τοῦ τέρατος τὸ ἔργον. Νεανίσκος ἦν Βυζάντιος, ὄνομα Καλλισθένης, ὀρφανὸς καὶ πλούσιος, ἄσωτος δὲ καὶ πολυτελής. Οὗτος ἀκούων τῷ Σωστράτῳ θυγατέρα εἶναι καλήν, ἰδὼν δὲ οὐδέποτε, ἤθελεν αὑτῷ ταύτην γενέσθαι γυναῖκα. Καὶ ἦν ἐξ ἀκοῆς ἐραστής· τοσαύτη γὰρ τοῖς ἀκολάστοις ὕβρις, ὡς καὶ τοῖς ὠσὶν εἰς ἔρωτα τρυφᾶν καὶ ταὐτὰ πάσχειν ὑπὸ ῥημάτων, ἃ τῇ ψυχῇ τρωθέντες διακονοῦσιν ὀφθαλμοί.